Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.149 Joseph. AJ 6.152 (English) >>Joseph. AJ 6.157

6.151ὁρμώμενος τοῦ παρασχόντος σοι θεοῦ ταύτην ἠμέλησας.” Σαοῦλος δὲ ἀδικεῖν ὡμολόγει καὶ τὴν ἁμαρτίαν οὐκ ἠρνεῖτο· παραβῆναι γὰρ τὰς ἐντολὰς τοῦ προφήτου· κατὰ μέντοι γε δέος καὶ τὸν ἀπὸ τῶν στρατιωτῶν φόβον μὴ κωλῦσαι διαρπάζοντας αὐτοὺς τὴν λείαν μηδʼ ἐπισχεῖν. ἀλλὰ συγγίνωσκε καὶ πρᾷος ἴσθι· φυλάξεσθαι γὰρ εἰς τοὐπιὸν ἁμαρτεῖν, παρεκάλει δὲ τὸν προφήτην ὑποστρέψαντα θυσίας χαριστηρίους ἐπιτελέσαι τῷ θεῷ· δὲ, οὐ γὰρ ἑώρα τὸν θεὸν διαλλαττόμενον, ἀπῄει πρὸς ἑαυτόν. 6.152Σαοῦλος δὲ κατασχεῖν βουλόμενος τὸν Σαμουῆλον ἐλλαμβάνεται τῆς διπλοΐδος καὶ βιαίας τῆς ὁλκῆς διὰ τὸ μεθʼ ὁρμῆς ἀπιέναι τὸν Σαμουῆλον γενομένης διασχίζει τὸ ἱμάτιον. 6.153τοῦ δὲ προφήτου τὴν βασιλείαν οὕτως αὐτοῦ διασχισθῆναι φήσαντος καὶ λήψεσθαι ταύτην ἀγαθὸν καὶ δίκαιον, ἐμμένειν γὰρ τὸν θεὸν τοῖς περὶ αὐτοῦ κεκριμένοις ὡς τοῦ μεταβάλλεσθαι καὶ στρέφειν τὴν γνώμην ἀνθρωπίνου πάθους ὄντος οὐχὶ θείας ἰσχύος, 6.154 Σαοῦλος ἀσεβῆσαι μὲν ἔλεγεν, ἀγένητα δὲ ποιῆσαι τὰ πεπραγμένα μὴ δύνασθαι· τιμῆσαί γε μὴν αὐτὸν παρεκάλει τοῦ πλήθους ὁρῶντος σὺν αὐτῷ παραγενόμενον τὸν θεὸν προσκυνῆσαι. δίδωσι δὲ τοῦτο Σαμουῆλος αὐτῷ καὶ συνελθὼν προσκυνεῖ τῷ θεῷ. 6.155ἄγεται δὲ καὶ τῶν Ἀμαληκιτῶν βασιλεὺς Ἄγαγος πρὸς αὐτόν· καὶ πυνθανομένου, πῶς εἴη πικρὸς θάνατος, εἶπενὡς σὺ πολλὰς μητέρας Ἑβραίων ἐπὶ τέκνοις ὀδύρεσθαι καὶ πένθος ἄγειν ἐποίησας, οὕτως ὀδυνήσεις ἐπὶ σαυτῷ διαφθαρέντι τὴν μητέρα.” καὶ κελεύει παραχρῆμα αὐτὸν ἐν Γαλγάλοις ἀποθανεῖν. καὶ αὐτὸς δὲ εἰς Ἅρμαθον πόλιν ἀπαλλάσσεται.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.149 Joseph. AJ 6.152 (English) >>Joseph. AJ 6.157

Powered by PhiloLogic